TLG 2397 001 :: BOETHUS :: Fragmenta

BOETHUS Phil., Stoicus
(Sidonius: 1 B.C.)

Fragmenta

Source: von Arnim, J. (ed.), Stoicorum veterum fragmenta, vol. 3. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1968): 265–267.

Citation: Fragment — (line)

1

Diocles Magnes apud Diog. Laërt. VII 54. ὁ μὲν γὰρ Βόηθος κριτήρια πλείονα ἀπολείπει, νοῦν καὶ αἴσθησιν καὶ ὄρεξιν καὶ ἐπι‐ στήμην.

2

Aëtius I 7,25 (DG p. 303,15). Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήνατο.

3

Diog. Laërt. VII 148. Βόηθος δὲ ἐν τῆ περὶ φύσεως οὐ‐ σίαν θεοῦ τὴν τῶν ἀπλανῶν σφαῖραν.

4

Cicero de divin. I 13. Quis igitur elicere causas praesensionum potest? etsi video Boëthum Stoicum esse conatum, qui hactenus ali‐ quid egit ut earum rationem rerum explicaret, quae in mari caelove fierent.
5 II 47. prognosticorum causas persecuti sunt et Boëthus Stoicus, qui est a te nominatus, et noster etiam Posidonius.

5

Diog. Laërt. VII 149. καθ’ εἱμαρμένην δέ φασι τὰ πάντα γί‐ νεσθαι Χρύσιππος—καὶ Ποσειδώνιος—καὶ Ζήνων, Βόηθος δὲ ἐν αʹ περὶ εἱμαρμένης.

6

Diog. Laërt. VII 143. Βόηθος δέ φησιν οὐκ εἶναι ζῷον τὸν κόσμον.

7

Philo de incorrupt. mundi 15 p. 248 Bern. p. 24,20 Cum. Βόηθος γοῦν ὁ Σιδώνιος καὶ Παναίτιος, ἄνδρες ἐν τοῖς Στωϊκοῖς δόγμασιν ἰσχυκότες, ἅτε θεόληπτοι, τὰς ἐκπυρώσεις καὶ παλιγγενεσίας καταλιπόντες πρὸς ὁσιώτερον δόγμα τὸ τῆς ἀφθαρσίας τοῦ κόσμου
5πάντως ηὐτομόλησαν. 16. ἀποδείξεσι δ’ οἱ περὶ τὸν Βόηθον κέχρηνται πιθανωτάταις, ἃς αὐτίκα λέξομεν· εἰ, φασί, γενητὸς καὶ φθαρτὸς ὁ κόσμος, ἐκ τοῦ μὴ ὄντος τὶ γενήσεται, ὅπερ καὶ τοῖς Στωϊκοῖς ἀτοπώτατον εἶναι δο‐ κεῖ. διὰ τί; ὅτι οὐδεμίαν φθοροποιὸν αἰτίαν εὑρεῖν ἔστιν, οὔτ’ ἐντὸς
10οὔτ’ ἐκτός, ἣ τὸν κόσμον ἀνελεῖ· ἐκτὸς μὲν γὰρ οὐδέν ἐστιν ὅτι μὴ τάχα που κενόν, τῶν στοιχείων ἀποκριθέντων εἰς αὐτὸν ὁλοκλήρων,
εἴσω δὲ οὐδὲν νόσημα τοιοῦτον ὃ γένοιτ’ ἂν αἴτιον θεῷ τοσούτῳ δια‐ λύσεως· εἰ δ’ ἀναιτίως φθείρεται, δῆλον ὅτι ἐκ τοῦ μὴ ὄντος ἔσται ἡ γένεσις τῆς φθορᾶς ὅπερ οὐδ’ ἡ διάνοια παραδέξεται.265
15 Καὶ μήν φασιν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσι τρεῖς· ὅ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων σώματα παγέντα διαστάσει καὶ διαιρέσει λύονται. κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ
20μετασχηματιζόμενος κηρὸς ἢ καταλεαινόμενος ἵνα μηδὲ ἑτεροειδῆ τινα παράσχῃ τύπον μορφῆς· κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετρα‐ φάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαι‐ ρέτου μιᾶς γένεσιν ἀποτελεσθείσης. ποίῳ δὴ τούτων ἄξιον τὸν κόσμον φθείρεσθαι φάναι; τῷ κατὰ διαίρεσιν; ἀλλ’ οὔτε ἐκ διεστηκότων ἐστίν,
25ὡς τὰ μέρη σκεδασθῆναι, οὔτ’ ἐκ συναπτομένων, ὡς διαλυθῆναι, οὔτε τὸν αὐτὸν τρόπον τοῖς ἡμετέροις ἥνωται σώμασι· τὰ μὲν γὰρ ἐπική‐ ρως τε ἐξ ἑαυτῶν ἔχει καὶ δυναστεύεται πρὸς μυρίων ὑφ’ ὧν βλάπτε‐ ται, τοῦ δ’ ἀήττητος ἡ ῥώμη πολλῇ τινι περιουσίᾳ πάντων κατακρα‐ τοῦσα. ἀλλ’ ἀναιρέσει παντελεῖ τῆς ποιότητος; ἀλλ’ ἀμήχανον τοῦτό
30γε· μένει γὰρ κατὰ τοὺς τἀναντία αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὸς σταλεῖσα κατὰ τὴν ἐκπύ‐ ρωσιν. ἀλλὰ τῷ κατὰ σύγχυσιν; ἄπαγε, δεήσει γὰρ πάλιν εἰς τὸ μὴ ὂν γίνεσθαι τὴν φθορὰν παραδέχεσθαι. τοῦ χάριν; ὅτι εἰ μὲν ἕκαστον ἐν μέρει τῶν στοιχείων ἐφθείρετο, μεταβολὴν ἐδύνατο τὴν εἰς ἕτερον
35δέχεσθαι, πάντων δὲ συλλήβδην ἀθρόων κατὰ σύγχυσιν ἀναιρουμένων, ἀνάγκη ὑπονοεῖν τὸ ἀδύνατον. Ἔτι πρὸς τούτοις, ἐὰν ἐκπυρωθῇ, φασί, τὰ πάντα, τί κατ’ ἐκεῖνο ὁ θεὸς πράξει τὸν χρόνον; ἢ τὸ παράπαν οὐδέν; καὶ μήποτ’ εἰκότως· νυνὶ μὲν γὰρ ἕκαστα ἐφορᾷ καὶ πάντων οἷα γνήσιος πατὴρ ἐπιτρο‐
40πεύει καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡνιόχου καὶ κυβερνήτου τρόπον ἡνιοχεῖ καὶ πηδαλιουχεῖ τὰ σύμπαντα, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς ἄλλοις πλάνησι καὶ ἀπλανέσιν, ἔτι δ’ ἀέρι καὶ τοῖς 〈ἄλλοισ〉 μέρεσι τοῦ κόσμου παριστάμενος καὶ συνδρῶν ὅσα πρὸς τὴν τοῦ ὅλου δια‐ μονὴν καὶ τὴν κατ’ ὀρθὸν λόγον ἀνυπαίτιον διοίκησιν. πάντων δ’
45ἀναιρεθέντων, ὑπ’ ἀργίας καὶ ἀπραξίας δεινῆς ἀβιώτῳ βίῳ χρήσεται· οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ὀκνῶ λέγειν, ὃ μηδὲ θέμις εἰπεῖν, ὅτι ἀκολουθήσει θεῷ θάνατος, εἴ γε καὶ ἠρεμία· τὸ γὰρ ἀεικίνητον ἐὰν
ἀνέλῃς ψυχῆς, καὶ αὐτὴν πάντως συνανελεῖς. ψυχὴ δὲ τοῦ κόσμου κατὰ τοὺς ἀντιδοξοῦντας ὁ θεός.266

8

Aëtius II 31,5 (DG p. 363,12). Βόηθος δὲ πρὸς τὴν φαν‐ τασίαν δέχεται τὸ ἀναπεπταμένον (scil. τοῦ οὐρανοῦ), οὐ κατὰ τὴν ὑπόστασιν.

9

Aëtius III 2,7 (DG p. 367,5). Βόηθος ἀέρος ἀνημμένου φαν‐ τασίαν (scil. τοὺς κομήτας).

10

Macrobius in Somn. Scip. I 14,19. Plato dixit animam essen‐ tiam se moventem— —Critolaus Peripateticus constare eam de quinta essentia— —Boëthos ex aëre et igne etc.

11

Simplicius in Aristot. de anima p. 247,24 Hayd. ἵνα μὴ ὡς ὁ Βοηθὸς οἰηθῶμεν τὴν ψυχὴν ὥσπερ τὴν ἐμψυχίαν ἀθάνατον μὲν εἶναι ὡς αὐτὴν μὴ ὑπομένουσαν τὸν θάνατον ἐπιόντα, ἐξισταμένην
δὲ ἐπιόντος ἐκείνου τῷ ζῶντι ἀπόλλυσθαι.267